Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.71 Dem. 23.74 (English) >>Dem. 23.77

23.73καὶ γὰρ τὸ τῶν ἀκουσίων ἐλάττω τὴν τιμωρίαν τῶν ἑκουσίων τάξαι δίκαιον, καὶ τὸ παρασχόντʼ ἀσφάλειαν ἀπελθεῖν οὕτω προστάττειν φεύγειν ὀρθῶς ἐστιν ἔχον, καὶ τὸ τὸν κατιόνθʼ ὁσιοῦν καὶ καθαίρεσθαι νομίμοις τισί, καὶ τὸ τοὺς νόμους κυρίους ἁπάντων εἶναι, καὶ πάντα ταῦτʼ ἔχει καλῶς. ταῦτα τοίνυν ἅπαντα δικαίως οὕτω διορισθένθʼ ὑπὸ τῶν ἐξ ἀρχῆς νομοθετησάντων παρέβη γράφων τὸ ψήφισμʼ οὑτοσί. ταῦτα μὲν δὴ δύο τηλικαῦτα καὶ τοιαῦτα δικαστήρια καὶ νόμιμʼ ἐκ παντὸς τοῦ χρόνου παραδεδομένα οὕτως ἀναιδῶς ὑπερπεπήδηκεν.

23.74τρίτον δʼ ἕτερον πρὸς τούτοις δικαστήριον, πάντων ἁγιώτατα τούτων ἔχει καὶ φρικωδέστατα, ἄν τις ὁμολογῇ μὲν κτεῖναι, ἐννόμως δὲ φῇ δεδρακέναι. τοῦτο δʼ ἐστὶ τοὐπὶ Δελφινίῳ. δοκοῦσι γάρ μοι, ἄνδρες δικασταί, ζητῆσαι τοῦτο πρῶτον ἁπάντων οἱ περὶ τούτων ἐν ἀρχῇ τὰ δίκαιʼ ὁρίσαντες, πότερʼ οὐδένα χρὴ φόνον ὅσιον εἶναι νομίζειν τινά γʼ ἔσθʼ ὅσιον νομιστέον, λογιζόμενοι δʼ ὅτι μητέρʼ Ὀρέστης ἀπεκτονὼς ὁμολογῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει, νομίσαι δίκαιόν τινʼ εἶναι φόνον· οὐ γὰρ ἂν τά γε μὴ δίκαια θεοὺς ψηφίσασθαι. ὡς δὲ τοῦτʼ ἐνόμισαν, γράφουσιν ἤδη καὶ διορίζουσι σαφῶς ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι. 23.75ἀλλʼ οὐχ οὗτος οὐδὲν ἀφεῖλεν, ἀλλʼ ἁπλῶς, ἐάν τις ἀποκτείνῃ Χαρίδημον, κἂν δικαίως, κἂν ὡς οἱ νόμοι διδόασιν, ἔκδοτον ποιεῖ. καίτοι πᾶσίν εἰσι πράγμασι καὶ λόγοις δύο προσθῆκαι, τοῦ δικαίου καὶ ἀδίκου· ἃς ἅμα μὲν ταὐτὸ πρᾶγμʼ οὐδὲν ἂν δύναιτο σχεῖν οὐδὲ λόγος οὐδείς (πῶς γὰρ ἂν δίκαιʼ ἅμα ταὐτὰ καὶ μὴ γένοιτο;) τὴν ἑτέραν δʼ ἕκαστον ἔχον δοκιμάζεται, κἂν μὲν τὴν ἄδικον φανῇ, πονηρὸν κρίνεται, ἂν δὲ τὴν δικαίαν, χρηστὸν καὶ καλόν. σὺ τοίνυν οὐδετέραν προσέθηκας τούτων, “ἄν τις ἀποκτείνῃγράφων· ἀλλʼ ἀόριστον εἰπὼν αὐτὴν τὴν αἰτίαν, καὶ μετὰ ταῦτʼ εὐθὺς προσγράψας ἀγώγιμον εἶναι, τρίτον τουτὶ δικαστήριον καὶ τὰ τούτου νόμιμα παραβεβηκὼς φαίνει.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.71 Dem. 23.74 (English) >>Dem. 23.77

Powered by PhiloLogic